ΕΣΘΗΡ

Κεφάλαιο 1 ΕΤΟΥΣ δευτέρου βασιλεύοντος ᾿Αρταξέρξου τοῦ μεγάλου βασιλέως τῇ μιᾷ τοῦ Νισάν, ἐνύπνιον εἶδε Μαρδοχαῖος ὁ τοῦ ᾿Ιαΐρου, τοῦ Σεμεΐου, τοῦ Κισσαίου, ἐκ φυλῆς Βενιαμίν, 1β ἄνθρωπος ᾿Ιουδαῖος οἰκῶν ἐν Σούσοις τῇ πόλει, ἄνθρωπος μέγας, θεραπεύων ἐν τῇ αὐλῇ … Continued

ΕΣΔΡΑΣ Β΄

Κεφάλαιο 1 ΚΑΙ ἐν τῷ πρώτῳ ἔτει Κύρου τοῦ Βασιλέως Περσῶν τοῦ τελεσθῆναι λόγον Κυρίου ἀπὸ στόματος ῾Ιερεμίου, ἐξήγειρε Κύριος τὸ πνεῦμα Κύρου βασιλέως Περσῶν, καὶ παρήγγειλε φωνὴν ἐν πάσῃ βασιλείᾳ αὐτοῦ καί γε ἐν γραπτῷ λέγων· 2 οὕτως εἶπε … Continued

ΕΣΔΡΑΣ Α’

Κεφάλαιο 1 1 ΚΑΙ ἤγαγεν Ἰωσίας τὸ πάσχα ἐν Ἱερουσαλὴμ τῷ Κυρίῳ αὐτοῦ καὶ ἔθυσε τὸ πάσχα τῇ τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνὸς τοῦ πρώτου 2 στήσας τοὺς ἱερεῖς κατ᾿ ἐφημερίας ἐστολισμένους ἐν τῷ ἱερῷ τοῦ Κυρίου. 3 καὶ εἶπε τοῖς … Continued

ΕΠΙΣΤΟΛΗ ΙΕΡΕΜΙΟΥ

ΑΝΤΙΓΡΑΦΟΝ ἐπιστολῆς, ἧς ἀπέστειλεν ῾Ιερεμίας πρὸς τοὺς ἀχθησομένους αἰχμαλώτους εἰς Βαβυλῶνα ὑπὸ τοῦ βασιλέως τῶν Βαβυλωνίων ἀναγγεῖλαι αὐτοῖς καθότι ἐπετάγη αὐτῷ ὑπὸ τοῦ Θεοῦ. 1 Διὰ τὰς ἁμαρτίας, ἃς ἡμαρτήκατε ἐναντίον τοῦ Θεοῦ, ἀχθήσεσθε εἰς Βαβυλῶνα αἰχμάλωτοι ὑπὸ Ναβουχοδονόσορ βασιλέως … Continued

ΕΞΟΔΟΣ

Κεφάλαιο 1 ΤΑΥΤΑ τὰ ὀνόματα τῶν υἱῶν ᾿Ισραὴλ τῶν εἰσπεπορευμένων εἰς Αἴγυπτον ἅμα ᾿Ιακὼβ τῷ πατρὶ αὐτῶν, ἕκαστος πανοικὶ αὐτῶν εἰσήλθοσαν. 2 Ρουβήν, Συμεών, Λευΐ, ᾿Ιούδας, 3 ᾿Ισσάχαρ, Ζαβουλὼν καὶ Βενιαμίν, 4 Δὰν καὶ Νεφαθλείμ, Γὰδ καὶ ᾿Ασήρ. 5 ᾿Ιωσὴφ … Continued

ΕΚΚΛΗΣΙΑΣΤΗΣ

Κεφάλαιο 1 Ρήματα ἐκκλησιαστοῦ υἱοῦ Δαβὶδ βασιλέως ᾿Ισραὴλ ἐν ῾Ιερουσαλήμ. 2 Ματαιότης ματαιοτήτων, εἶπεν ὁ ἐκκλησιαστής, ματαιότης ματαιοτήτων, τὰ πάντα ματαιότης. 3 τίς περισσεία τῷ ἀνθρώπῳ ἐν παντὶ μόχθῳ αὐτοῦ, ᾧ μοχθεῖ ὑπὸ τὸν ἥλιον; 4 γενεὰ πορεύεται καὶ γενεὰ … Continued

ΔΕΥΤΕΡΟΝΟΜΙΟΝ

Κεφάλαιο 1 ΟΥΤΟΙ οἱ λόγοι, οὓς ἐλάλησε Μωυσῆς παντὶ ᾿Ισραὴλ πέραν τοῦ ᾿Ιορδάνου ἐν τῇ ἐρήμῳ πρὸς δυσμαῖς πλησίον τῆς ἐρυθρᾶς θαλάσσης ἀνὰ μέσον Φαρὰν Τοφὸλ καὶ Λοβὸν καὶ Αὐλὼν καὶ Καταχρύσεα· 2 ἕνδεκα ἡμερῶν ἐκ Χωρὴβ ὁδὸς ἐπ᾿ ὄρος … Continued

ΔΑΝΙΗΛ

ΣΩΣΑΝΝΑ ΚΑΙ ἦν ἀνὴρ οἰκῶν ἐν Βαβυλῶνι, καὶ ὄνομα αὐτῷ ᾿Ιωακείμ. 2 καὶ ἔλαβε γυναῖκα, ᾗ ὄνομα Σωσάννα, θυγάτηρ Χελκίου, καλὴ σφόδρα καὶ φοβουμένη τὸν Κύριον· 3 καὶ οἱ γονεῖς αὐτῆς δίκαιοι καὶ ἐδίδαξαν τὴν θυγατέρα αὐτῶν κατὰ τὸν νόμον … Continued

ΓΕΝΕΣΙΣ 26 – 50

Κεφάλαιο 26 ΕΓΕΝΕΤΟ δὲ λιμὸς ἐπὶ τῆς γῆς χωρὶς τοῦ λιμοῦ τοῦ πρότερον, ὃς ἐγένετο ἐν τῷ καιρῷ τοῦ ῾Αβραάμ· ἐπορεύθη δὲ ᾿Ισαὰκ πρὸς ᾿Αβιμέλεχ βασιλέα Φυλιστιεὶμ εἰς Γέραρα. 2 ὤφθη δὲ αὐτῷ Κύριος καὶ εἶπε· μὴ καταβῇς εἰς Αἴγυπτον· … Continued

ΓΕΝΕΣΙΣ 1 – 25

Κεφάλαιο 1 ΕΝ ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. 2 ἡ δὲ γῆ ἦν ἀόρατος καὶ ἀκατασκεύαστος, καὶ σκότος ἐπάνω τῆς ἀβύσσου, καὶ πνεῦμα Θεοῦ ἐπεφέρετο ἐπάνω τοῦ ὕδατος. 3 καὶ εἶπεν ὁ Θεός· γενηθήτω φῶς· καὶ … Continued